Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.186 Joseph. AJ 16.191 (English) >>Joseph. AJ 16.197

16.189στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς. 16.190ἐστρατήγει δʼ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵνʼ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει. καὶ τούτῳ τῷ τρόπῳ ποικίλως ἐκπεριεληλύθει τὸν πατέρα μόνος ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἅπαντα πράττειν αὐτὸς πεπιστευκώς. 16.191 δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν. 16.192οἱ δʼ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπʼ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. 16.193αἵ γε μὴν γυναῖκες, μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι· συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα. 16.194

Δευτέρας οὖν ταύτης ἔριδος ἐμπεπτωκυίας οὐδʼ τοῦ βασιλέως ἀδελφὸς Φερώρας ἔξω ταραχῆς ἦν, ἰδίαν δὲ ὑπόθεσιν ὑποψίας καὶ μίσους εἶχεν· ἐμπεπτώκει μὲν γὰρ εἰς ἔρωτα δουλευούσης αὐτῷ γυναικός, ἥττητο δὲ τῆς ἀνθρώπου μεμηνότως ἐπὶ τοσοῦτον κρατούμενος, ὥστʼ αὐτῷ καὶ τῆς τοῦ βασιλέως ἐγγυηθείσης θυγατρὸς τὴν μὲν ὑπερηφανῆσαι, πρὸς δὲ τῇ δούλῃ τὸν νοῦν εἶχεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.186 Joseph. AJ 16.191 (English) >>Joseph. AJ 16.197

Powered by PhiloLogic